Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.75 | Joseph. AJ 20.79 (English) | >>Joseph. AJ 20.85 |
20.77καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρʼ αὐτοῖς βασιλέως , ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα · θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρʼ αὐτοῖς ἔθη · καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν .
20.78πείθεται δὲ ὁ Ἄραψ , καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην . μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες , καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον .
20.79οὐ μὴν ὁ Ἰζάτης κατεπλάγη , νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν , καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα , τοὺς μὲν αἰτίους ἀναιρεῖ , τῇ δʼ ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε ,
20.80πάντας δὲ φυγεῖν ἠνάγκασεν , αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον , καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν , πολλὴ δὲ ἦν , ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα · περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν .
20.81
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.75 | Joseph. AJ 20.79 (English) | >>Joseph. AJ 20.85 |